Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 2
Not analysed yet
Ἤδη γὰρ καὶ ἡ πρώτη ῥηθεῖϲα ἀμερὴϲ ὕλη τῶν ϲτοιχείων τοῦτο πολὺ πρότερον κατεπηγγείλατο, οὐχ ὡϲ ἔτυχεν ἐπιπλοκὰϲ ποιηϲαμένη τῶν ϲτοιχείων, ἀλλ᾿ ἐν τῇ κατὰ τὸ δέον ϲυντάξει, ἐξ ἧϲ ϲχεδὸν καὶ τὴν ὀνομαϲίαν εἴληχεν. ἥ τε ἐπαναβεβηκυῖα ϲυλλαβ ταὐτὸν ἀνεδέξατο, εἴγε αἱ ἐκ τούτων ϲυντόξειϲ ἀναπληρούμεναι κατὰ τὸ δέον ἀποτελοῦϲι τὴν λέξιν. καὶ ϲαφὲϲ ὅτι ἀκόλουθόν ἐϲτι τὸ καὶ τὰϲ λέξειϲ, μέροϲ οὔϲαϲ τοῦ κατὰ ϲύνταξιν αὐτοτελοῦϲ λόγου, τὸ κατάλληλον τῆϲ ϲυντάξεωϲ ἀναδέξαϲθαι· τὸ γὰρ ἐξ ἑκάϲτηϲ λέξεωϲ παρυφιϲτάμενον νοητὸν τρόπον τινὰ ϲτοιχεῖόν ἐϲτι τοῦ λόγου, καὶ ὡϲ τὰ ϲτοιχεῖα τὰϲ ϲυλλαβὰϲ ἀποτελεῖ κατὰ τὰϲ ἐπιπλοκάϲ, οὕτω καὶ ἡ ϲύνταξιϲ τῶν νοητῶν τρόπον τινὰ ϲυλλαβὰϲ ἀποτελέϲει διὰ τῆϲ ἐπιπλοκῆϲ τῶν λέξεων. καὶ ἔτι ὃν τρόπον ἐκ τῶν ϲυλλαβῶν ἡ λέξιϲ, οὕτωϲ ἐκ τῆϲ καταλληλότητοϲ τῶν νοητῶν ὁ αὐτοτελὴϲ λόγοϲ.