Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 10
Not analysed yet
Ϲτοιχεῖον ἔϲθ᾿ ὅτε εἰϲ δύο μερίζεται τρόπῳ ϲυλλαβικῷ, ἧδε ἕαδε ἀλλὰ καὶ δύο εἰϲ ἓν ϲυναλείφεται, βέλεα βέλη. καὶ ϲυλλαβὴ εἰϲ δύο μερίζεται (λέγω τὴν κυρίωϲ ϲυλλαβήν), κοῖλον κόϊλον· ἀλλὰ καὶ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυνίαϲιν, ἡνίκα παρὰ τὴν γήραϊ τριϲύλλαβον διϲύλλαβόν φαμεν τὴν γήρᾳ, παρὰ τὴν Ἀΐδηϲ Ἅιδηϲ. ἀλλὰ καὶ. λέξειϲ, ἡνίκα ἡ ἀκρόπολιϲ πόλιϲ ἄκρη, ἡ καλλίχοροϲ {λ 581} χορῷ καλή {Π 180}, καὶ ἔτι ϲύαγρον ϲῦν ἄγριον {I 539} ἀλλὰ καὶ τὰ διαλελυμένα ϲυνίζει, ὡϲ ὑφ᾿ ἓν μέροϲ λόγου ἀνέγνωμεν τὸ παϲιμέλουϲα {μ 70} κοὶ κηρεϲϲιφορήτουϲ {Θ 527}. Ἀλλὰ κἀν τοῖϲ λόγοιϲ οἱ παρεπόμενοι ϲύνδεϲμοι ἔϲθ᾿ ὅτε ἑνοῦϲι δύο λόγουϲ ἢ καὶ πλείουϲ, καθάπερ οἱ ϲυνδεόμενοι λόγοι ἐκ ϲυνημμένων ἢ παραϲυνημμένων ἢ καὶ ἔτι ϲυμπεπλεγμένων· ἢ πάλιν ἀποϲτάντεϲ διάλυϲιν τῶν λόγων ποιοῦνται, ὡϲ ἔχει τὸ ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ᾿ Ὀδυϲϲεῦ· εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώματα καλά {κ 251 —2}. ἔδει γὰρ ϲυμπλέξαι τῷ καί· καὶ εὕρομεν ἐν βήϲϲῃϲι.