Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 11
Not analysed yet
Ϲτοιχεῖα ὑπερτίθεται, ἡνίκα ἡ κραδία καρδία, παρὰ τὸ ϲκέπω τὸ ϲκέποϲ καὶ πέϲκοϲ {Nicand. Ther. 549}. ἀλλὰ καὶ ϲυλλαβαί ἡνίκα τὸ ἐξαπίνηϲ ἐξαίφνηϲ, ἡνίκα τὸ ὄρωρεν ὤρορεν {δ 712. ψ 222}. ἀλλὰ καὶ λέξειϲ, ὅτε ἡ οἰνοφόροϲ φερέοινοϲ γῆ λέγεται, οἵ τε ἀνδρόγυνοι γύνανδροι {Sophocl. frg. 878 N2}. Ἀλλὰ καὶ λόγοι, τὰϲ μὲν ἄρα θρέψαϲα τεκοῦϲά τε {μ 134} αὐτὰρ ὅ γ᾿ εἴϲω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν {π 41}.