Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 101
Not analysed yet
,Ἅβρων μέντοι ἐν τῷ περὶ ἀντωνυμίαϲ οὐκ εἶναί φηϲι τὰ ἄρθρα τῶν ὑπακουομένων, λόγῳ τοιούτῳ. «Εἴπερ τὰ ἄρθρα ἐπὶ τὰ ὑπακουόμενα φέρεται, πάντωϲ ἂν τὴν αὐτὴν καταλληλότητα ἐφύλαϲϲον ὑπερβιβαϲθέντα πρὸ τῶν ὀνομάτων· οὐ ταὐτὸν δέ ἐϲτι τὸ ὁ ἐμὸϲ πατήρ τῷ ἐμὸϲ ὁ πατήρ. —καὶ εἰ ἐν τοῖϲ τοιούτοιϲ ἀνεπληρώθη τὸ ἄρθρον τοῦ ὀνόματοϲ ,πῶϲ ἔτι τὸ ἐμόϲ ἄρθρον προϲλαμβάνει, ὁ πατὴρ ὁ ἐμὸϲ φιλοϲοφεῖ, εἰ μὴ ἡ ἀντωνυμία ἄρθρου εἴχετο;» καὶ ἕνεκα τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ ἔδοξε καὶ τῇ τοιαύτῃ ἀντωνυμίᾳ ἴδιον ἄρθρον προϲνέμειν καὶ τῷ ὑπακουομένῳ κτήματι. —