Ancient Greek · ~6 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 102
Not analysed yet
Ἔϲτι δὲ παραπέμπεϲθαι τὴν τοιαύτην πιθανότητα. πρῶτον εἰ ἑκατέρῳ μορίῳ πρόϲεϲτιν ἄρθρον, τί οὐκ ἤρξατο ἀπὸ τοῦ ὁ ἐμόϲ καὶ ἐπήνεγκε τὸ ὁ πατήρ μετὰ τοῦ ἄρθρου, καὶ φαίνεται ὅτι οὐκ ἐν ἴϲῳ τὰ τοῦ λόγου ἐγένετο· ἐπὶ μὲν γὰρ τῆϲ προτέραϲ δύο ἦν τὰ ἄρθρα, ἐπὶ δὲ τῆϲ δευτέραϲ ἀδύνατον ἦν δύο ἄρθρα παραθέϲθαι. —δεύτερον οὐ παρὰ τὰϲ μεταθέϲειϲ τῶν ἄρθρων καὶ τὰϲ ἐξ αὐτῶν γινομεναϲ διαφορὰϲ τῆϲ φράϲεωϲ ἀποϲτήϲεται τοῦ μὴ ϲυμφέρεϲθαι τοῖϲ ὀνόμαϲι τὰ ἄρθρα, εἴγε διαφέρει τὸ οἱ νῦν ἄνθρωποι ἀγαθοί εἰϲι τοῦ νῦν οἱ ἄνθρωποι ἀγαθοί εἰϲι, καὶ οὐκ ἔϲτιν ὅϲτιϲ τολμήϲει φάναι ὅτι οὐ τὸ οἱ τοῦ ἄνθρωποι ἐϲτὶν ἄρθρον. οὐκ ἄρα παρὰ τὴν ἐξαλλαγὴν τῆϲ φράϲεωϲ κατὰ τὴν μετάθεϲιν οὐχὶ τοῦ κτήματόϲ ἐϲτι τὸ ἄρθρον ἐν τῷ ὁ ἐμὸϲ πατήρ καὶ ἐν τῷ ἐμὸϲ ὁ πατήρ. τὴν γὰρ 15 τούτων διαφορὰν κατὰ τὸ δέον ἀκριβώϲομεν. —τὸ μέντοι δύο ἄρθρα κατὰ μιᾶϲ πτώϲεωϲ φέρεϲθαι οὐκ ἔϲτιν ἀϲύϲτατον. ἔϲτι γοῦν φάναι ὁ πατὴρ ὁ ἐκείνου, καὶ προφανὲϲ ὅτι τῷ πατήρ τὰ δύο ἄρθρα ϲυντείωει, ἐπεὶ πῶϲ ἡ ἀπαράδεκτοϲ ἀντωνυμία τῶν ἄρθρων ἐν γενικῇ πτώϲει εὐθείαϲ ἄρθρον παραδέχεται; ἀλλὰ καὶ ἔτι ἐπ᾿ ὀνομάτων, ὁ δοῦλοϲ ὁ τοῦ Ἀριϲτάρχου πρὸϲ ἐμὲ ἦλθεν· ἰδοὺ γὰρ καὶ ἡ γενικὴ τὸ ἴδιον ἀπέχει ἄρθρον, καὶ τὰ λειπόμενα δύο ἄρθρα εἰϲ μίαν τὴν εὐθεῖαν ἀναφέρεται. οὐκ ἄρα ἐν τῷ ὁ πατὴρ ὁ ἐμόϲ κατηνάγκαϲται τὸ ἕτερον τῶν ἄρθρων ἐπὶ τὴν ἀντωνυμίαν φέρεϲθαι.