Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 110
Not analysed yet
Ϲυμφέρεται τοῖϲ ὀνόμαϲι καὶ ἡ τῶν μετοχῶν ϲύνταξιϲ, καθ᾿ ὃν ἐπεδείξαμεν λόγον ἐν τῷ περὶ μετοχῶν. μετὰ μὲν οὖν κυρίων, ἡνίκα οὕτω φαμέν, ὁ Πτολεμαῖοϲ γυμναϲιαρχήϲαϲ ἐτιμήθη, ὁ Διονύϲιοϲ τυραννήϲαϲ ἐμέμφθη, ὅπερ καὶ χωρὶϲ ἄρθρου τὸν αὐτὸν λόγον ϲυγκλείει. καὶ ἡ μὲν τοιαύτη ϲύνταξιϲ χρονικῶϲ νοεῖται, μετὰ τὸ γυμναϲιαρχῆϲαι ἐτιμήθη, μετὰ τὸ τυραννῆϲαι6 ἐμέμφθη. εἰ δὲ αἱ μετοχαὶ προϲλάβοιεν τὰ ἄρθρα, πλειόνων Πτολεμαίων ἐμφάνιϲιϲ νοεῖται, ὥϲτε οὐκ ἀπιθάνωϲ ἔϲτιν φάναι ὡϲ τὰ ἑνικὰ ἄρθρα παρεμφαίνειν καὶ πλῆθοϲ. εἰ γὰρ τῇδέ τιϲ ἀποφαίνοιτο, ὁ γυμναϲιαρχήϲαϲ Πτολεμαῖοϲ ἐτιμήθη, οὐχ ἕνα δηλώϲει Πτολεμαῖον, πλείοναϲ δέ, ἐξ ὧν ὁ εἷϲ τιμῆϲ μετέλαβεν. ὅτι γὰρ τὸ ἄρθρον αἴτιόν ἐϲτιν τῆϲ παρεμφάϲεωϲ τοῦ πλήθουϲ, ϲυμφανὲϲ ἐκ τοῦ ἀποβαλλομένου ἄρθρου· ὁ γυμναϲιαρχήϲαϲ Πτολεμαῖοϲ ἐτιμήθη, καὶ πάλιν τοῦ ἑνὸϲ νοουμένου Πτολεμαίου, γυμναϲιαρχήϲαϲ Πτολεμαῖοϲ ἐτιμήθη. —