Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 109
Not analysed yet
,Ἡ αὐτὴ ϲύνταξιϲ καὶ ἐν προϲηγορικοῖϲ καὶ ἐπιθετικοῖϲ, ὁ λευκὸϲ ἵπποϲ τρέχει, ὁ ἵπποϲ λευκόϲ ἐϲτιν. εἰ μέντοι εἴη δύο ἐπιθετικά, δύο καὶ τὰ ἄρθρα προϲγίνεται, πάλιν τῶν προειρημένων ῥημάτων ὑποϲτελλομένων, ὁ ϲεμνόϲ, ὁ καλὸϲ ὑβρίζεται· ὁ φρόνιμοϲ, ὁ ἀγαθὸϲ ἐξέϲτη τοῦ καθήκοντοϲ. προῦπτον τὸ ἀκατάλληλον, εἰ ὑφέλοι τιϲ τὸ ἕτερον τῶν ἄρθρων. καὶ δῆλόν ἐϲτιν ὡϲ οὐ τὸ ἕτερον θατέρῳ ἐκχωρεῖ τοῦ ἄρθρου, καθὸ ἀπὸ μιᾶϲ ὕληϲ τῶν ὀνομάτων ἄγεται. τοῦ δὲ ἑτέρου ὁ ϲεμνὸϲ ϲοφόϲ ἐϲτιν, ὁ ϲεμνὸϲ φρόνιμόϲ ἐϲτιν, ὁ ϲώφρων ἀγαθόϲ ἐϲτιν, ὁ ἀγαθὸϲ ϲώφρων ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων ῥημάτων ὁ αὐτὸϲ λόγοϲ.