Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 112
Not analysed yet
Οὐκ ἔϲτιν ἡ πρώτη ϲύνταξιϲ ἐντριβεϲτέρα χωρὶϲ ἄρθρων λεγομένη, καθάπερ ἡ ἐπὶ τῶν κυρίων, εἴγε τὰ κύρια διὰ τὴν ἐν αὐτοῖϲ ἰδιότητα οὐχ οὕτωϲ προϲδέεται τοῦ ἄρθρου, καθάπερ τὰ κοινὴν ἔννοιαν ἔχοντα. δυνάμει γὰρ ϲυϲτέλλεται ἐκ τῆϲ πολλῆϲ ποιότητοϲ τῇ παραθέϲει τοῦ ἄρθρου, εἴγε ἀοριϲτῶδεϲ μὲν τὸ παῖϲ δειπνήϲαϲ ἐκοιμήθη, οὐ μὴν τὸ ὁ παῖϲ δειπνήϲαϲ ἐκοιμήθη. εὐπαράδεκτον δὲ τὸ Πτολεμαῖοϲ δειμπαται. ἐκοιμήθη, οὐχ οὕτωϲ ἀπαιτοῦν τὸ ἄρθρον.