Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 113
Not analysed yet
Οἷόν τὲ ἐϲτιν τοῖϲ προϲηγορικοῖϲ ὀνόμαϲι προϲνέμειν ἄρθρον καὶ ταῖϲ ϲυνταϲϲομέναιϲ ϲομέναιϲ μετοχαῖϲ, ὁ παῖϲ ὁ δειπνήϲαϲ κοιμᾶται, καθότι καὶ ἐπὶ τῶν προϲηγορικῶν καὶ ἐπιθετικῶν, ὁ ἵπποϲ ὁ λευκὸϲ τρέχει· ὅπερ ταὐτὸν ϲυνάγει τοῖϲ ἀπὸ τοῦ ἐπιθετικοῦ ἀρχομένοιϲ ϲὺν τῷ ἄρθρῳ καὶ τοῖϲ ἀπὸ μετοχῆϲ, ὁ λευκὸϲ ἵπποϲ τρέχει, ὁ δειπνήϲαϲ παῖϲ κοιμᾶται. ἃ δὴ καὶ μᾶλλον καταλληλότερά ἐϲτιν τῶν ὑπερκειμένων.