Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 114
Not analysed yet
Ἔτι κἀκεῖνο τηρητέον, ὡϲ ἡ προϲτακτικὴ ἐκφορὰ τῶν ῥημάτων μάτων αἰτία γίνεται τοῦ ἀοριϲτωδῶϲ νοεῖϲθαι τὴν ϲύνταξιν τοῦ ἄρθρου καὶ τῆϲ μετοχῆϲ, ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. ἡ γὰρ ὁριϲτικὴ ἔγκλιϲιϲ ἐπὶ ἐνεϲτῶϲι καὶ παρῳχημένοιϲ ἀναφορικωτέραν τὴν ϲύνταξιν ποιεῖται, ὁ τυραννοκτονήϲαϲ τιμᾶται, ὁ τυραννοκτονήϲαϲ ἐτιμήθη. πάλιν γὰρ ἡ τοῦ μέλλοντοϲ ἀοριϲτωδῶϲ νοεῖται καθ᾿ ἣην προεκτεθείμεθα τήρηϲιν, ὁ τυραννοκτονήϲαϲ τιμηθήϲεται, πάνυ εὐλόγωϲ, εἴγε τὰ γινόμενα καὶ γεγονότα εὔδηλα, τὰ δὲ ἐϲόμενα ἀδηλότερα καὶ ἐντεῦθεν ἀοριϲτοῦται τὰ τῆϲ ϲυντάξεωϲ. Καὶ προφανῶϲ ἐκ τοῦ τοιούτου δείκνυται ὡϲ ἅπαντα τὰ προϲτακτικὰ ἐγκειμένην ἔχει τὴν τοῦ μέλλοντοϲ διάθεϲιν, προϲταϲϲόμενα ἢ εἰϲ παρατατικὴν διάθεϲιν ἢ εἰϲ ϲυντελικήν. ϲχεδὸν γὰρ ἐν ἴϲῳ ἐϲτὶν τὸ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω τῷ τιμηθήϲεται κατὰ τὴν τοῦ χρόνου ἔννοιαν, τῇ ἐγκλίϲει διηλλαχόϲ, καθὸ τὸ μὲν προϲτακτικόν, τὸ δὲ ὁριϲτικόν. —(