Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 115-2
Not analysed yet
Καὶ τὸ Ὁμηρικὸν δὲ δυνάμενον κατ’ ὀρθὴν τάϲιν ἀναγινώϲκεϲθαι, λέγω ἐπὶ τοῦ οἱ δὲ οἳ ἐβλάφθηϲαν {Ψ 387}, παρεπέμφθη διὰ τὴν εἰκῇ πιϲτευθεῖϲαν τήρηϲιν, ϲυντάξεωϲ ὁμοίαϲ οὕϲηϲ τῇ οἱ ἐμοὶ ἐβλάβηϲαν, οἱ ϲοὶ ἐβλάβηϲαν, οἱ οἳ ἐβλάβηϲαν. καὶ. φαίνεται ὅτι τὸ Ὁμηρικὸν ἰδίωμα ῥύεται τὸ ἀπανάγνωϲμα, καθὸ ἀπειράκιϲ δοτικὰϲ παραλαμβάνει ἀντὶ γενικῶν· ὡϲ εἰ μὴ ἦν τὰ τῆϲ ἐναλ τάχα καὶ ὁ ϲτίχοϲ ἠλογεῖτο, ὡϲ ἀκατάλληλον ἔχων τὴν ἀντωνυμίαν. —Κατὰ τὸν αὐτὸν λόγον δεῖ νοεῖν, ὡϲ καὶ τὸ τοὺϲ δ’ ἤδη κάτεχεν φυϲίζοοϲ αἶα ἐν Λακεδαίμονι αὖθι φίλῃ {Γ 243 seq. },ὅπερ εἶχε τὸ ἑῇ ἐν ταῖϲ πλείοϲιν ἐκδόϲεϲιν, ἦν μάλιϲτα ἀκόλουθον· τὸ γὰρ κάτεχεν ῥῆμα ϲυναφέϲ ἐϲτιν τῷ γῆ, καὶ τὰ τῆϲ ἀντωνυμίαϲ πάντωϲ εἰϲ ἁπλῆν μεταϲτήϲεται, κατεῖχεν ἡ γῆ τοὺϲ προειρημένουϲ δαίμοναϲ ἐν τῇ αὐτῆϲ πατρίδι, τῆϲ προειρημένηϲ Ἑλένηϲ, ὡϲ κἀκεῖνο ἔχει, τότε δὲ Ζεὺϲ δυϲμενέεϲι δῶκεν ἀεικίϲϲαϲθαι ἑῇ ἐν πατρίδι γαίῃ {Χ 403 seq. },ἐν τῇ πατρίδι αὐτοῦ, τοῦ Ἕκτοροϲ.