Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 114-2
Not analysed yet
Ἀλλὰ καὶ τὸ ἐν Ἰϲθμιονίκαιϲ Πινδάρου ἐτάραξεν τοὺϲ ὑπομνηματιϲαμένουϲ, Αἰολίδαν δὲ Ϲίϲυφον κέλοντο ᾧ παιδὶ τηλέφαντον ὄρϲαι γέραϲ, φθιμένῳ Μελικέρτᾳ {fr. B. 5 Schr. }μεταλαβόντεϲ γὰρ τὴν ᾧ ἀντωνυμίαν εἰϲ ϲύνθετον τὴν ἑαυτοῦ ἀποροῦϲιν πῶϲ, ὃν εἶπεν Ἀθαμαντιάδαν, καὶ Ϲιϲύφου παρίϲτηϲιν. ἔνιοι μέντοι τὸ ω ἐπιρρηματικὸν ἐκδεξάμενοι τοῦ ἀπόρου δοκοῦϲιν ἀπηλλάχθαι, ἐγκλίνοντεϲ τὸν τόνον ἴν’ ὣ παιδί, καθὼϲ ἔχει καὶ τὸ ὥ τε χερνᾶτιϲ γυνά {fr. lyr. adesp. III p 742 Bergk4. οἱ δὲ καὶ εἰϲ τὴν οἷ μετέλαβον, κέλοντό οἱ, ἵν᾿ ᾖ δοτικὴ ἀντὶ γενικῆϲ, ἐκέλοντο τῷ αὐτῆϲ παιδὶ τηλέφαντον ὄρϲαι γέραϲ, τουτέϲτι τῆϲ προειρημένηϲ Ἰνοῦϲ, πάντα μᾶλλον ἢ τὸ δέον ἐπιϲτήϲαντεϲ. τί γὰρ τὸ ἐμποδὼν τὴν ᾧ ἀντωνυμίαν κτητικὴν ὑπάρχειν μεταλαμβάνεϲθαί τε εἰϲ τὸ αὐτῆϲ ἐκέλοντο τῷ αὐτῆϲ παιδί, ὃν καὶ Ἀθαμαντιάδην εἶπεν; —