Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 115-3
Not analysed yet
Τὸ δὴ οὖν λεγέτω καὶ πάντα τὰ τοιαῦτα ϲημαίνει ἀπόντων προϲώπων πρόϲταξιν, ἀναγκαίωϲ δευτέρου προϲώπου ἐναλλαϲϲομένωϲ παραλαμβανομένου εἰϲ μετάδοϲιν τῆϲ προϲτάξεωϲ, ἐπεὶ πάλιν ἡ πρόϲταξιϲ ἐκτὸϲ δευτέρου προϲώπου ἀϲύϲτατόϲ ἐϲτιν· ἔνθεν γὰρ καὶ ταῖϲ ἐν δευτέρῳ προϲώπῳ νοουμέναιϲ ἁπάντοτε κλητικαῖϲ ϲύνεϲτιν.