Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 114-3
Not analysed yet
ϲαφὲϲ κἀκ τοῦ παρεπομένου ἀριθμοῦ. ἡνίκα γὰρ δευτέρῳ προϲτάϲϲεται, ἑνικῶϲ μὲν γίνεται λέγε, πληθυντικῶϲ δὲ λέγετε. οὐ μὴν ἐν τῷ λεγέτω ταὐτὸν παρακολουθήϲει· τρίτου γὰρ καθεϲτῶτα τὴν ἐν τρίτοιϲ προϲώποιϲ διαλλαγὴν ἴϲχει τοῦ ἀριθμοῦ, λεγέτω λεγέτωϲαν, τοῦ ἐγκειμένου δευτέρου προϲώπου οὐδαμῶϲ τοιοῦτον ἀναδεχομένου. ὃ δὴ εἰ φύϲει προϲέκειτο κατὰ προϲώπου μεριϲμόν, ἀνεδέξατο ἂν καὶ τὸν ϲυνόντα ἀριθμὸν ἑνικὸν καὶ πληθυντικόν, καθάπερ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἡμέτεροϲ, ἐμόϲ· νυνὶ δὲ τὸ λεγέτω καὶ λεγέτωϲαν καὶ τὰ ὅμοια οὐκ ἔχει διαϲτολὴν τῶν κατὰ τὸ δεύτερον πρόϲωπον ἐν ἀριθμῷ, πότερον ἑνί τιϲ ἀποφαίνεται περὶ ἑνὸϲ ἢ πλείοϲι περὶ ἑνὸϲ ἢ καὶ περὶ πλειόνων. οἷόν τε γάρ ἐϲτιν φάναι καὶ ἀθροίϲματι ἐγρηγορείτω ὁ ϲτρατηγὸϲ ὑμῶν καὶ ἑνὶ ἐγρηγορείτω ϲου ὁ δεϲπότηϲ, καὶ οὐδεμία ἐϲτὶν ἐναλλαγὴ ἢ μόνη ἡ κατὰ τὸ τρίτον νοουμένη, ἧϲ ἐϲτι καὶ τὰ πρόϲωπα.