Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 116
Not analysed yet
Τί δὲ τὸ ταράξαν τοὺϲ παραδεξαμένουϲ μέλλοντοϲ προϲτακτικά; Μόνον τὸ γραψέτω καὶ γραψάτω καὶ τὸ οἶϲε θέειον, γρπΰ {χ 481}, ἅπερ ἀπολύεται ἐντελέϲτερον ἐν τῷ περὶ προϲτακτικῶν· ἀπαιτοῦντοϲ δὲ καὶ νῦν τοῦ λόγου ὀλίγα παραθηϲόμεθα, ὅτι ποιητικώτερον μὲν τὸ οἶϲε κατ᾿ ἐναλλαγὴν εἴρηται φωνῆϲ τῆϲ φέρε, τῆϲ δὲ γραψάτω τὸ γραψέτω καὶ τὰ ὅμοια, οὐ κατὰ διάφορον μὲν χρόνον, κατὰ δὲ ἐκλογῆν ὀνόματοϲ, ὁπότερον εἴη κατωρθωμένον, καθάπερ ἤδη προεμελετήθη ἡ τοιαύτη ζήτηϲιϲ ἐν τῇ ὁριϲτικῇ ἐγκλίϲει, ἔγραψαϲ ἢ ἔγραψεϲ, οὐ διαφορᾶϲ οὔϲηϲ χρονικῆϲ, αὐτὸ δὲ μόνον γραφῆϲ, δυναμένηϲ οὐκ ἀπιθάνωϲ παραλαμβάνεϲθαι, ὡϲ ἐπιδείκνυμεν ἐν τῷ περὶ ῥημάτων.)