Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 117
Not analysed yet
Αἱ προκείμεναι ϲυντάξειϲ, ὑποϲτελλομένων τῶν κυρίων ὀνομάτων, ἀδιαφόρωϲ ἔχουϲι τὰϲ ἀναϲτροφὰϲ χωρὶϲ ἄρθρου λεγομέναϲ, ἄνθρωποϲ δραμὼν ἐνίκηϲεν, δραμὼν ἄνθρωποϲ ἐνίκηϲεν· ἄνθρωπον ἀγαθὸν ὕβριϲαϲ, ἀγαθὸν ἄνθρωπον ὕβριϲαϲ. οὐκ ἐπιζητήϲει οὖν τὸ ἄνδρα πολύτροπον {α 1} πάντωϲ ἄρθρον, χωρὶϲ εἰ μὴ τὸν κατ᾿ ἐξοχὴν ἄνδρα θέλοιμεν διαϲτεῖλαι, (καθὼϲ ἐδιδάξαμεν κἀν ταῖϲ ἀρχαῖϲ ὡϲ καὶ ἐξοχῆϲ παραϲτατικὰ τὰ ἄρθρα, ὅτε οὕτω φαμέν, οὗτόϲ ἐϲτιν ὁ ἀνήρ, οὗτόϲ ἐϲτιν ὁ γραμματικόϲ), καθότι ἔϲτιν ἐπινοῆϲαι κἀν ταῖϲ κατὰ γενικὴν κτητικαῖϲ ϲυντάξεϲιν. —