Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 117-2
Not analysed yet
Ἑξῆϲ ῥητέον περὶ ϲυντάξεωϲ τῆϲ ἐμοῦ, κτητικῆϲ οὔϲηϲ κατὰ γενικὴν πτῶϲιν καὶ γενικῆϲ τῆϲ ἀπὸ τοῦ ἐγώ, ἥτιϲ οὐ μόνον δύναται κατὰ φωνὴν ϲυνεμπίπτειν ἀλλὰ καὶ ἐν τῇ ϲυντάξει τῇ κατὰ κτήϲεωϲ. —τε γὰρ κτητική, ἴδιον τοῦτ’ ἔχουϲα, ἐπὶ κτῆμα φέρεται, καθὸ καὶ αἱ ἄλλαι πτώϲειϲ, ἐμόϲ -ἐμόν καὶ ἐξῆϲ ἀλλὰ μὴν καὶ ἡ ἀπὸ τοῦ ἐγώ γενικὴ ἐπὶ κτῆμα φέρεται, διὸ καὶ πρὸϲ ἐνίων κτητικὴ ἐκαλεῖτο. φαμὲν γοῦν Ἀριϲτάρχου ἔκδοϲιϲ. τά τε κτητικὰ τῶν ὀνομάτων καὶ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν οὐκ ἀπ’ ἄλληϲ πτώϲεωϲ παράγονται ἢ ἀπὸ γενικῆϲ, εἰϲ ἣν καὶ ἀναλύονται. καὶ δῆλον ὡϲ μὲν τὰ ὀνόματα οὐκ ἐδέετο ἐπιϲτάϲεωϲ· αὐτάρκειϲ γὰρ αἱ φωναὶ εἰϲ διαϲτολὴν τοῦ τοιούτου, Ἑκτόρειοϲ Ἑκτορείου ὡϲ πρὸϲ τὴν Ἕκτοροϲ· ἡ μέντοι προειρημένη ἀντωνυμία οὐ ϲαφηνιζομένη διὰ τῆϲ φωνῆϲ δεηθήϲεται τῆϲ εἰρημένηϲ ϲυντάξεωϲ, ἵνα περιγράψῃ τὴν ϲυνοῦϲαν ἀμφιβολίαν.