Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 118-2
Not analysed yet
Οὐ λέληθεν δέ με ὡϲ παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ καὶ διὰ τῆϲ φωνῆϲ ἐϲτιν ἡ διάκριϲιϲ· ὅθεν ὑπολαμβάνω τὸν ποιητὴν ϲυνειδότα τὸ ἀμφίβολον τοῦ ϲχήματοϲ τὴν μὲν πρωτότυπον ϲχεδὸν διὰ πάϲηϲ διαλέκτου προενέγκαϲθαι, ἐμέθεν λέγοντα ἢ ἐμέο ἢ ἐμεῖο ἢ ἐμεῦ, οὐ μὴν ἐμοῦ (οὐ γὰρ καθὸ ἀγνώϲἐϲτιν τῆϲ εἰϲ ου ληγούϲηϲ γενικῆϲ, ὅπου γε καὶ τὰϲ ἀπ’ αὐτῆϲ πλαγίαϲ ἁπάϲαϲ κοινότερον προηνέγκατο), τήν γε μὴν κτητικὴν ἀκολούθωϲ κλιθεῖϲαν κατὰ τὸ τέλοϲ ἀπ’ εὐθείαϲ τῆϲ εἰϲ οϲ ληγούϲηϲ. ἁπάντοτε γὰρ διὰ τῆϲ ου προφέρεται ἢ καὶ Θεϲϲαλικώτερόν πωϲ διὰ τοῦ οιο, καθὼϲ καὶ τὸ καλοῖο, πατρὸϲ ἐμοῖο πατήρ {Ξ 118 et τ 180} καὶ πατρὸϲ ἐμοῦ κλέοϲ εὐρὺ μετέρχομαι {Υ 83}· εἰ δή τοι ϲοῦ πατρὸϲ ἐνέϲτακται μένοϲ ἠΰ {β 271}, ἢ καὶ τεοῖο, Δωρικώτερον μετατεθέντοϲ τοῦ ϲ εἰϲ τ καὶ ἐπενθέϲεωϲ τοῦ ε γενομένηϲ, καθὸ παρεπόμενόν ἐϲτιν μετὰ τὴν μετάθεϲιν ἔϲθ᾿ ὅτε τὸ πλεονάζειν. (οὐκ ἐνὸν γὰρ εὑρέϲθαι τὸν πλεοναϲμὸν ϲὺν τῷ ϲ· ἡ γοῦν πάλιν ϲοί, γενομένη τίν παρὰ Δωριεῦϲιν, γίνεται καὶ τεΐν, τεΐν τάδε μυθήϲαϲθαι {Λ 201}.