Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 117-3
Not analysed yet
Μἂν μετὰ ἄρθρου δὲ λέγομεν οἱ ἄνθρωποι διανοεῖϲθε, οὐ κατ᾿ ἐγκέλευϲιν τοῦ διανοεῖϲε, κατὰ δὲ τὴν ὑπάρχουϲαν ἑκάϲτῳ διάνοιαν, ἣν ὁριζόμεθα ἐν τῷ διανοεῖϲε, ὡϲ εἰ καὶ λέγοιμεν ὑπάρχει ἐν ὑμῖν τὸ λογιϲτικόν, τοῦ ἄρθρου μηνύοντοϲ τὴν εὐθεῖαν. —εἰ γὰρ προϲθείη τιϲ τὸ ὦ, γενήϲεται καὶ τὸ διανοεῖϲθε προϲτακτικόν, ὦ ἄνθρωποι διανοεῖϲθε. ἀλλ᾿ εἰ καὶ ἔτι τὸ ἄγε, ἄγε διανοεῖϲθε ἄνθρωποι. —ἐφ᾿ ἧϲ ϲυντάξεωϲ πάλιν εἴ τιϲ ἀντιθείη τὸ ὅτι, ὅτι διανοεῖϲθε, μεταϲτήϲεται τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ τὴν ὁριϲτικὴν ἔγκλιϲιν. Καὶ τοϲαῦτα μὲν περὶ τῶν ὁμοφωνούντων.