Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 118-3
Not analysed yet
Περὶ δὲ τῶν μὴ ὁμοφωνούντων μήτε ἐν τοῖϲ ὀνόμαϲι μήτε ἐν τοῖϲ ῥήμαϲιν οὐδὲ κατ᾿ ὀλίγον τὰ τῆϲ ϲυντάξεωϲ δεῖται λόγου, ἄνθρωποϲ ἔγραφεν, ἄνθρωπε γράφε. εἰ γὰρ ἀνὰ μέροϲ πάλιν τὸ ἕτερον γένοιτο ὁμόφωνον, τὸ ϲυμφερόμενον τὸ ἀμφίβολον ἀποτρίψεται. φέρε φάναι ἐπὶ τοῦ Ἑλικών καὶ τῶν ὁμοίων ὀνομάτων· προϲκείμενον γὰρ τὸ ὁριϲτικὸν εὐθείαϲ ϲύνταξιν ἀποτελεῖ, Ἑλικὼν γράφει, τό γε μὴν προϲτακτικὸν κλητικήν, Ἑλικὼν γράφε.