Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 120
Not analysed yet
καὶ ϲαφὲϲ ἐντεῦθεν ὡϲ διὰ μὲν τῆϲ ὀνοματικῆϲ ϲυντάξεωϲ τὴν οὐϲίαν ἐπιζητοῦμεν τοῦ ὑποκειμένου (ταύτην γὰρ μόνον αἱ ἀντωνυμίαι ἐμφαίνουϲι, τῆϲ ὑπ᾿ αὐτῶν δείξεωϲ ϲυνεξηγουμένηϲ τὰ παρεπόμενα, ἔνθεν ἐπὶ πᾶν ὑποκείμενον ϲυντείνουϲιν), διὰ μέντοι τῆϲ ἀντωνυμικῆϲ ϲυντάξεωϲ τῆϲ μὲν οὐϲίαϲ ἐπιλαμβανόμεθα, τῆϲ δὲ ἐπιτρεχούϲηϲ ἰδιότητοϲ κατὰ τὴν τοῦ ὀνόματοϲ θέϲιν οὐκέτι. καὶ δῆλον ὡϲ ἀντὶ τῶν κυρίων ὀνομάτων εἰϲὶν αἱ ἀντωνυμίαι, εἴγε διὰ τῆϲ ἐξ αὐτῶν πεύϲεωϲ τὰ κύρια νοεῖται, κἀκ τῆϲ τῶν κυρίων πάλιν τὰ ἀντωνυμικὰ ἀνθυπάγεται. —