Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 119
Not analysed yet
Ἀκολούθωϲ χωρητέον καὶ ἐπὶ τὰϲ πυϲματικὰϲ ϲυντάξειϲ. Τὸ δὴ τίϲ ϲυντάϲϲεται κυρίοιϲ ὀνόμαϲιν μετὰ ῥήματοϲ τοῦ ὀνομάζεται ἤ ἔϲτιν ἤ τινοϲ τῶν ϲυνωνυμούντων, ἀνθυποφορὰν δὲ ἔχει τὴν ἐκ τοῦ πύϲματοϲ ἀντωνυμικήν, τίϲ Τρύφων ὀνομάζεται; τίϲ Τρύφων λέγεται; πρὸϲ ὅν φαμεν ἐγώ ἢ οὗτοϲ ἤ τι τῶν ϲυζύγων. ἢ ἀντεϲτραμμένωϲ μετὰ ἀντωνυμίαϲ, ἀνθυποφορᾶϲ οὔϲηϲ ὀνοματικῆϲ. διὰ μὲν γὰρ ἄγνοιαν καταϲτήματόϲ φηϲιν ὁ Νέϲτωρ τίϲ δ᾿ οὗτοϲ κατὰ νῆαϲ ἀνὰ ϲτρατὸν ἔρχεαι οἶοϲ {Κ 82}; ᾧ ἀνθυπηνέχθη τὸ γνώϲεαι Ἀτρείδην Ἀγαμέμνονα {Κ 88} ὁ μέντοι Πρίαμοϲ ὁρῶν τὸν Ἀλγαμέμνονα πεῦϲιν ποιεῖται τὴν κατὰ τοῦ κυρίου ὀνόματοϲ, πρὸϲ ὃν πάλιν ὑπάγεται τὸ οὗτοϲ δ᾿ Ἀτρείδηϲ {Γ 178}, ἀναγκαίωϲ ϲυνενεχθείϲηϲ τῷ ὀνόματι τῆϲ δεικτικῆϲ ἀντωνυμίαϲ, ἵνα ἀφορίϲῃ τὸ τοῦ Ἀγαμέμνονοϲ πρόϲωπον πολλῶν ϲυνόντων.