Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 122
Not analysed yet
Μετὰ μέντοι προϲηγορικῶν καὶ τῶν προειρημένων ῥημάτων ϲύνταξιϲ ταξιϲ ἀρθρικὴ γίνεται, τίϲ ὁ ἄνθρωποϲ καλεῖται. πάνυ εὐλόγωϲ· πάλιν γὰρ τὸ τίϲ τὸ ἴδιον ἐπιζητεῖ τοῦ ὀνόματοϲ, τοῦ κοινοῦ προεγνωϲμένου. Μετὰ δὲ τῶν μετοχῶν κατὰ τὴν τῶν ῥημάτων ἐπιφορὰν εἱ προϲθέϲειϲ τῶν ἄρθρων γίνονται, ἢ οὐ πάλιν. ϲυμφερέϲθω τὸ λέγεται, ὀνομάζεται, καλεῖται, καὶ ϲυνοιϲθήϲεται τὸ ἄρθρον, τίϲ ὁ δραμὼν καλεῖται; τίϲ ὁ νικήϲαϲ ὀνομάζεται, εἰ μὴ γὰρ τῇδε ἔχοι, οὐδὲ τὸ ἄρθρον προϲτίθεται, τίϲ δραμὼν ἐϲτεφανώθη; τίϲ παλαίϲαϲ ἐδοξάϲθη, τίϲ ἀναγνοὺϲ ἐτιμήθη; καὶ πρόδηλοϲ πάλιν ἡ αἰτία, εἴγε τὰ μὲν μετὰ ἄρθρων εἰρημένα γνῶϲιν τούτου διὰ τῆϲ μετοχῆϲ ἐπαγγέλλεται, καθὸ μόνον ἐνήργηϲεν, οὐ μὴν τὴν ἰδίαν παρακολουθοῦϲαν θέϲιν τοῦ ὀνόματοϲ· ἡ γὰρ δίχα τοῦ ἄρθρου ϲύνταξιϲ λεγομένη ζητεῖ τὸ πρόϲωπον διὰ τοῦ τίϲ τὸ τῆϲ μετοχῆϲ. —(