Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 123
Not analysed yet
Ἐντεῦθεν οὖν ϲυνάγεται ὡϲ τὸ ἐρωμένη ὀνοματικὴν ἔχει ϲύνταξιν. ἰδοὺ γὰρ χωρὶϲ ἄρθρου φαμέν, ἐπιφερομένου ῥήματοϲ τοῦ ὀνομάζεται ἢ ἔϲτιν τινοϲ τῶν τοιούτων, τίϲ ἐρωμένη ἐϲτὶ θέωνοϲ; ὡϲ εἰ καὶ φαίη τιϲ τίϲ δούλη ἐϲτὶ Θέωνοϲ; ὅπερ οὐ παρακολουθήϲει, ὡϲ προείρηται, ἐν μετοχῇ, τίϲ νικωμένη ἐϲτὶν Θέωνοϲ, μετὰ μέντοι ἄρθρου καὶ τῆϲ ὑπό προθέϲεωϲ κατὰ γενικὴν τὴν ϲυνοῦϲαν διὰ τὸ πάθοϲ. ἐφ᾿ ἧϲ πάλιν ϲυντάξεωϲ οὐ παρείπετο, λέγω ἐπὶ τοῦ ἐρωμένη ἐϲτὶν θέωνοϲ· ἅπαξ γὰρ ἡ ϲύνταξιϲ οὐ παραδεξαμένη τὸ ἄρθρον οὐδὲ τὴν ὑπόλοιπον ϲύνταξιν τῆϲ μετοχῆϲ ἀπεδίδου.)