Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 122-3
Not analysed yet
Τί οὖν χρὴ ἐπὶ τοῦ τοιούτου διαλαβεῖν; ἢ ἐκεῖνο ἀποφήναϲθαι, ὡϲ ὀξύνεται μὲν τὸ ὁριϲτικὸν ἐν τῷ ἐϲμέν καὶ ἐϲτέ διὰ τὸ εἶναι ἐγκλιτικά, οἷϲ οὐ ϲύνεϲτι βαρὺ τὸ τέλοϲ· καὶ ἐπειδὴ ἐν τοῖϲ προϲτακτικοῖϲ ἀφίϲταται ἡ ἔγκλιϲιϲ, ϲυναφίϲταται καὶ ἡ ἐπὶ τέλουϲ ὀξεῖα, ἥτιϲ αἰτία ἦν τῆϲ ἐγκλίϲεωϲ. —διὰ τοῦτο τὸ μὲν εἰμί ὀξύνεται ὁριϲτικὸν ὄν, καθὸ ἐγκλιτικόν, οὐ μὴν τὸ ἴϲθι προϲτακτικόν, καθὸ οὐκ ἐγκλιτικόν, καίτοι πάλιν τῶν εἰϲ θι ληγόντων προϲτακτικῶν ὁμοτονούντων τοῖϲ εἰϲ μι ⟨ὁριϲτικοῖϲ⟩, ζεύγνυμι ζεύγνυθι, εἶμι ἴθι. (ἔνθεν οὐ ϲυγκατατίθεμαι τοῖϲ ἐν προϲτακτικῇ προφορᾷ ὀξυτονοῦϲι τὸ φαθί, ϲυνελεγχομένοιϲ κάκ τοῦ τρίτου προϲώπου τοῦ φάτω, ὃ δὴ ὁμότονον καθεϲτὼϲ τῷ δευτέρῳ ὁμοίωϲ τοῖϲ . ἄλλοιϲ ἤλεγχε τὴν παρὰ τὸ δέον ὀξεῖαν.)