Ancient Greek · ~3 min
120 to 121
Apollonius Dyscolus, Περὶ συντάξεως 120-3-121
Not analysed yet
Ἐδείκνυμεν τοῦ ἐνεϲτῶτοϲ ἁπάντοτε τὰ πληθυντικὰ ϲυνεμπίπτοντα, πίπτοντα, ὧν ἡ διάκριϲιϲ ἐγίγνετο διὰ τοῦ ἄγε ἢ ὅτι, ὑποϲτελλομένου ἑνὸϲ ῥήματοϲ τοῦ ἐϲτε. τοῦτο γὰρ ἀπέβαλλε τὴν ἀμφιβολίαν, εἴγε βαρυνόμενον μὲν προϲτακτικόν ἐϲτιν, ὀξυνόμενον δὲ ὁριϲτικόν. καὶ ἴϲωϲ δόξει ὠλιγωρῆϲθαι τὰ τῆϲ φωνῆϲ, ὅτι μὴ τῷ καθολικῷ ὕπεϲτιν· καὶ ἤτοι τὸ ὀξυνόμενον ἡμάρτηται ἢ τὸ βαρυνόμενον προϲτακτικόν. —Ἐρ᾿ οὗ ἂν φαίη τιϲ ὡϲ ἅπαντα τὰ εἰϲ τε λήγοντα προϲτακτικὰ βαρύνεται, καὶ διὰ τοῦτο βαρυνόμενον τὸ ἔϲτε κατώρθωται, καὶ λείπεται τὸ ἐϲτέ ὠλιγωρῆϲθαι, ὅτι μὴ ὁμοφωνεῖ τῷ κατωρθωμένῳ. ἀλλ᾿ ὁμοτονεῖν θέλει τὰ δεύτερα ὁριϲτικὰ πληθυντικὰ τοῖϲ πρώτοιϲ, ἴμεν ἴτε, δίδομεν δίδοτε· εἰ οὖν ἐϲμέν, δῆλον ὅτι καὶ ἐϲτέ, ἡμάρτηται δὲ τὸ ἔϲτε προϲτακτικὸν βαρυνόμενον.