Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 123-2
Not analysed yet
Δέδεικται ἄρα ὡϲ ἡ ὁμοφωνήϲαϲα γενικὴ τῇ κτητικῇ ἀντω νυμίᾳ περιγραφήϲεται τῆϲ κτητικῆϲ ϲυντάξεωϲ διὰ τὸ ἐπικρατεῖν τὴν φύϲει κτητικὴν ἀντωνυμίαν, ἰδίωμα ἔχουϲαν τὸ κτῆμα, ὃ οὐ μόνον διὰ τῆϲ γενικῆϲ νοεῖται, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆϲ εὐθείαϲ εἶχεν. ἡ γὰρ ἐν πρωτοτύποιϲ κτητικὴ ϲύνταξιϲ διὰ μιᾶϲ πτώϲεωϲ τὸ τοιοῦτον ἐπαγγέλλεται, ἢ τῆϲ γενικῆϲ μετατεθείϲηϲ καὶ τὰ τῆϲ κτήϲεωϲ ϲυμμετατίθεται. —προϲθείην δ’ ἂν κἀκεῖνο, ὡϲ οὐδ’ ἂν ἡ ἐγκλινομένη γενικὴ πρωτότυποϲ κτητικὴν ϲύνταξιν ἀνεδέξατο, εἴπερ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν ἔγκλιϲιν ἀνεδέχοντο· κἂν οὕτω γὰρ κατεκράτηϲεν ἡ κτητικὴ ἀντωνυμία. ϲαφὲϲ οὖν ὅτι ἀποφυγοῦϲα τὴν φωνὴν τὴν κτητικὴν εἰϲ τὴν ἐγκλιτικὴν μετῆλθεν· καὶ γὰρ ἐν τῷ καθόλου τὸ τοιοῦτον ἐπιδεδείξεται, ἡνίκα κατὰ τὸ εὔκαιρον περὶ αἰτίαϲ καταλλήλου καὶ ἀκαταλλήλου διαληψόμεθα.