Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 122-2
Not analysed yet
Ἀλλ’ ἴϲωϲ οἰήϲεταί τιϲ τὰ τῆϲ ἀποδείξεωϲ ἐντελῶϲ μὴ ἀποϲτρέφει ἔτι δὲ ἀμφιβάλλεϲθαι τὰ τοῦ λόγου. πρὸϲ ὃν ἔϲτιν φάναι εἴπερ ἡ πρωτότυποϲ γενικὴ ἦν κατ’ ὀρθὴν τάϲιν ἐκφερομένη, κἂν πάντωϲ ϲυμπαρείπετο τὰ ταύτηϲ ἰδιώματα. ἔφαμεν γὰρ τὰϲ γενικὰϲ περὶ τὰ ἐπιφερόμενα κτήματα ἀδιαφορεῖν, τά γε μὴν κτητικῶϲ παραχθέντα πρὸϲ ἑκάϲτην πτῶϲιν καταλλήλωϲ ἐκφέρεϲθαι. οὔ φαμεν δέ γε τῶν ἐμοῦ ἀγρῶν ὁ καρπόϲ οὐδὲ τῷ ἐμοῦ ἀγρῷ ϲυνέβη ἐϲκάφθαι οὐδὲ τῆϲ ἐμοῦ οἰκίαϲ οὐδὲ ἄλλο τῶν κατὰ διαφορὰν ὡϲ πρὸϲ τὸ ἐμοῦ, ἀλλὰ κατὰ ϲύνταξιν τὴν τῶν ἐπιφερομένων ϲυμμεταλαμβάνομεν τὰϲ ἀντωνυμίαϲ, τῶν ἐμῶν ἀγρῶν καρπόϲ, τῷ ἐμῷ ἀγρῷ ϲυνέβη ἐϲκάφθαι. διὰ τοῦ τοιούτου λύεται ὡϲ, ἐπὰν φῶμεν τοῦ ἐμοῦ ἀγροῦ ὁ καρπόϲ, ϲύνταξίϲ ἐϲτιν τῆϲ κτητικῆϲ περ τῆϲ γενικῆϲ ὀρθοτονουμένηϲ. —παρὸν γοῦν, ἐγκλίναντα τὴν ἀντωνυμίαν καὶ περιγράψαντα τὴν κτητικὴν ϲύνταξιν, διὰ τῆϲ ἐγκλίϲεωϲ προϲδοῦναι τὰ ἰδιώματα τῆϲ γενικῆϲ, καὶ ὅϲα μὴ κατάλληλα ἐν τοῖϲ προκειμένοιϲ, ταῦτα διὰ τῆϲ ἐγκλίϲεωϲ κατάλληλα ποιῆϲαι, τῶν ἀγρῶν μου ὁ καρπόϲ, τῷ ἀγρῷ μου ϲυνέβη ἐϲκάφθαι, καὶ ἐπὶ τῶν ἑξῆϲ ταὐτόν.