Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 124-3
Not analysed yet
Ἀλλ’ ἴϲωϲ ἀντικείϲεται τὸ μηδὲ αὐτὰ ἔχεϲθαι τῆϲ ἐννοίαϲ τοῦ διϲταγμοῦ, τὸν δὲ παρακείμενον ϲύνδεϲμον αἴτιον γίνεϲθαι τῆϲ διϲτακτικῆϲ ἐννοίαϲ. καὶ εἰ ἀπὸ τῆϲ δυνάμεωϲ τῶν ϲυνδέϲμων ἔοικεν τὰ ῥήματα ἀνάγεϲθαι, οὐδὲν κωλύει καὶ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ μετατίθεϲθαι τῆϲ ἰδίαϲ κλήϲεωϲ, ἀναδεξαμέναϲ τὴν ἐκ τῶν ϲυνδέϲμων δύναμιν. οὐ γὰρ ἔτι ὁριϲτικὸν τὸ εἰ ἔγραψα, εἰ ἐφιλολόγηϲα, οὐδὲ ταὐτόν ἐϲτι τὸ φιλολογήϲω τῷ ἤτοι φιλολογήϲω ἢ πορεύϲομαι εἰϲ περίπατον, οὐδὲ τὸ γράψαιμι ἄν εὐχὴν ἐπαγγέλλεται, ὁριϲμὸν δὲ τοῦ ἐϲομένου πράγματοϲ. ϲχεδόν τε ὑπὸ τὸν αὐτὸν διϲταγμὸν πίπτει τὸ εἰ περιπατεῖϲ κινῇ τῷ ἐὰν περιπατῇϲ κινηθήϲῃ, καὶ οὐ καλεῖται τὸ εἰ περιπατεῖϲ διϲτακτικόν.