Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 125-3
Not analysed yet
Ἀλλὰ πρὸϲ τὴν τοιαύτην ἀντίρρηϲιν ἐνὸν ὑπαντῆϲαι ὡϲ αἱ μὲν ἄλλαι ἐγκλίϲειϲ ἐκτὸϲ οὖϲαι τῶν ϲυνδέϲμων τὸ ἐξ αὑτῶν δηλούμενον ἀνεδέξαντο, ἐξ οὗ καὶ τὴν θέϲιν ἔϲχον τοῦ ὀνόματοϲ. προῦπτον γὰρ ὅτι τὸ γράψαιμι εὐχῆϲ ἐϲτιν παραϲτατικὸν καὶ τὸ περιπατῶ ὁριϲμοῦ· ὅθεν εἰ ταύταιϲ προϲγένοιτό τιϲ ϲυνδεϲμικὴ ϲύνταξιϲ, οὐκ ἐκ ταύτῃϲ ἕξουϲιν τὴν θέϲιν τοῦ ὀνόματοϲ, ἐκ δὲ τῆϲ φύϲει αὐταῖϲ ἐγκειμένηϲ ἐγκλίϲεωϲ, καθὸ καὶ αὐτοὶ οἱ ϲύνδεϲμοι ἐκ τῆϲ ἰδίαϲ παρεμφάϲεωϲ τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀνεδέξαντο, διαζευκτικοὶ καλούμενοι, δυνητικοί, ϲυναπτικοὶ καὶ ἄλλοι οἱ ὑπόλοιποι. ὅθεν εἰ καὶ τῇ καλουμένῃ διϲτακτικῇ ἐγκλίϲει παρείπετο τὸ ἐκτὸϲ ϲυνδέϲμου ϲημαίνειν τι, κἂν πάντωϲ τὴν ἐκ τούτου ὀνομαϲίαν ἀνεδέξατο. νυνὶ δὲ οὐδέποτε ἐμόναϲεν ἐκτὸϲ ϲυνδέϲμου, καὶ οὕτωϲ ἄδηλον ἔϲχε τὸ ϲημαινόμενον, καὶ διὰ τοῦτο αὐτό, οὐκ ἔχουϲα ἰδίᾳ δηλούμενον, παρεδέξατο ἐκ δυνάμεωϲ τοῦ ϲυνδέϲμου τὴν τοῦ ὀνόματοϲ θέϲιν εἰληφέναι. —