Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 125-2
Not analysed yet
Διὸ καὶ τὸ Ζηνοδότειον οὐ πάντωϲ ἄλογον, λέγω δ’ ἐπὶ τοῦ Πηλείδηϲ δὲ ϲάκοϲ μὲν ἀπὸ οὗ χειρὶ παχείῃ ἔϲχετο ταρβήϲαϲ {Υ 261 seq. }. εἰ γὰρ καὶ ἡ κατὰ τὸ πρῶτον πρόϲωπον καὶ δεύτερον ἐπὶ ῥῆμα φέρε ται, ἀπ’ ἐμοῦ ἔϲχετο ϲάκοϲ, ἀπὸ ϲοῦ ἔϲχετο ϲάκοϲ, οὐδὲν ἐμποδὼν καὶ ἐπὶ τοῦ τρίτου ταὐτὸν ἐγγενέϲθαι, νῦν οὐ κτητικῶϲ ἀκου τῆϲ ἀντωνυμίαϲ, ὥϲ τινεϲ ὑπέλαβον, ὅπου γε καὶ τὸ ἀμφίβολον τῆϲ γενικῆϲ ὡϲ πρὸϲ τὴν κτητικὴν γενικὴν παραπέμπεται ἡ τοῦ ῥήματοϲ ϲύνταξιϲ, καθάπερ προεκτεθείμεθα. εἰ δὴ ἡ οὖ φέρεται ἐπὶ ῥῆμα ἐν τῷ ἔϲχετο ἀπὸ οὗ, τί τὸ κωλῦον πρωτότυπον γενικὴν αὐτὴν φάναι, κἂν ϲυνεμπίπτει κτητικῇ ἔϲτιν γε μὴν πρὸϲ τὸ τοιοῦτον φάναι ὡϲ ἐν ἑτέρᾳ μὲν ϲυντάξει κατώρθωται, οὐ μὴν ἐν τῇ Ὁμηρικῇ, εἴγε τὴν τούτων ϲυνέμπτωϲιν ἐφυλάξατο, ὡϲ ἐδείχθη ἐν τοῖϲ προκειμένοιϲ. δείκνυται οὖν ὡϲ οὐ παρὰ τὰϲ ἀντωνυμίαϲ Ζηνόδοτοϲ ἥμαρτεν, παρὰ δὲ τὸ Ὁμηρικὸν ἔθοϲ. καὶ ἕνεκα τούτου προκέκριται ἡ Ἀριϲτάρχειοϲ ἀνάγνωϲιϲ, ἀπὸ ἕο χειρὶ παχείῃ.