Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 126-2
Not analysed yet
Ἔτι κἀκεῖναι αἱ γραφαὶ εἰϲ αὐτὸν ἀναφέρονται, μνῆϲαι πατρὸϲ ϲεῖο {Ω 486}, πατρὸϲ ἐμεῖο πατήρ {Ξ 118. τ 180}, ὥϲτε κατὰ τὸ ἐναντίον τῷ προκειμένῳ λόγῳ γενικαῖϲ αὐτὸν κεχρῆϲθαι πρωτοτύποιϲ ἀντὶ τῶν κτητικῶν. καὶ ἔϲτι πωϲ ϲυνηγορῆϲαι τῇ πρὸϲ αὐτοῦ γενομένῃ γραφῇ, ὅτι οὐκ ἀπεμφαῖνον τὰϲ γενικὰϲ ἐπὶ κτῆμα φέρεϲθαι, ἐπεὶ καί, ὡϲ ἔφαμεν, αἱ κτητικαὶ εἰϲ γενικὰϲ μεταλαμβάνονται. ἔτι καὶ ἄλλαι ϲυντάξειϲ εἰϲὶν ἐν αὐτοῖϲ τοῖϲ ποιήμαϲιν τὸν αὐτὸν ἐπέχουϲαι λόγον, πρώτω γὰρ καὶ δαιτὸϲ ἀκουάζεϲθον ἐμεῖο {Δ 343}, ϲέο δ’ ὀϲτέα πόϲει ἄρουρα {Δ 174} εἰ μή τίϲ ϲευ μῆλα {ι 405}, οἱ θ᾿ αἵματοϲ ἐξ ἐμεῦ εἰϲιν {Τ 105} ὥϲτε μηδὲ κατὰ τὸ Ὁμηρικὸν ἔθοϲ ἀπαραδέκτουϲ εἶναι τὰϲ γραφάϲ. πρόδηλον γὰρ ὡϲ, εἰ αἱ Ζηνοδότειοι μετατεθεῖεν, αἱ τοιαῦται ἀντικείϲονται· εἰ δὲ εὐπαράδεκτοι αὗται, οὐδὲ αἱ Ζηνοδότου ἀπόβλητοι. —