Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 13
Not analysed yet
Ἴϲωϲ δὲ καὶ ἡ τάξιϲ τῶν ϲτοιχείων ἐν λόγῳ παραλαμβανομένη τοῦ δι᾿ ὅ τι τὸ α πρόκειται, εἶτα μετ᾿ αὐτὸ τὸ β, ἀπαιτήϲει καὶ τὴν κατὰ λόγον τῶν μερῶν τοῦ λόγου τάξιν, δι᾿ ὅ τι τὸ ὄνομα πρόκειται, μεθ᾿ ὅ ἐϲτι τὸ ῥῆμα καὶ τὰ ὑπόλοιπα μέρη τοῦ λόγου, ὡϲεὶ καὶ πάλιν ἐν ταῖϲ πτώϲεϲιν ἡ λεγομένη εὐθεῖα καὶ γενικὴ καὶ αἱ ὑπόλοιποι, ἔν τε ταῖϲ χρονικαῖϲ τομαῖϲ κατὰ τὰ ῥήματα ὁ ἐνεϲτώϲ, εἶτα ὁ παρατατικὸϲ καὶ οἱ ἑξῆϲ χρόνοι, ἔν τε γένεϲι τὸ ἀρϲενικόν, μεθ᾿ ὃ τὸ θηλυκὸν καὶ τρίτον τὸ τούτων ἀποφατικὸν οὐδέτερον, καὶ ἐπ᾿ ἄλλων πλείϲτων, περὶ ὧν ἰδίᾳ ποιηϲόμεθα ϲυναγωγήν. κατεπεῖγον μέντοι ἐϲτὶν ἕνεκα τῶν προεκκειμένων λόγων ἀντιπαραβάλλεϲθαι τὴν τάξιν τῶν μερῶν τοῦ λόγου. ἴϲωϲ τινὲϲ ἀπειρότερον ἀναϲτρέφοντεϲ περὶ τὰ τοιαῦτα τὰϲ ἰδίαϲ ἀπειρίαϲ παραμυθοῦνται, ὡϲ οὐ δέον περὶ τὰϲ τοιαύταϲ ζητήϲειϲ καταγίνεϲθαι, ὑπολαβόντεϲ τὰ τοιαῦτα κατὰ τύχην τεθεματίϲθαι. ἀλλὰ τούτοιϲ γε προϲγενήϲεται ἐν τοῖϲ καθόλου μηδὲν ἐν τάξει παραλαμβάνειν μηδὲ παρὰ τάξιν τι ἡμαρτῆϲθαι, ὅπερ πάντῃ ἠλίθιον· εἰ γὰρ ἐπὶ τινῶν δοίηϲ, ἀνάγκη κἀπὶ πάντων δοῦναι.