Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 14
Not analysed yet
Ἔϲτιν οὖν ἡ τάξιϲ μίμημα τοῦ αὐτοτελοῦϲ λόγου, πάνυ ἀκριβῶϲ πρῶτον τὸ ὄνομα θεματίϲαϲα, μεθ᾿ ὃ τὸ ῥῆμα, εἴγε πᾶϲ λόγοϲ ἄνευ τούτων οὐ ϲυγκλείεται. παρὸν γοῦν πιϲτώϲαϲθαι ἐκ ϲυντάξεωϲ οἶον περιεχούϲηϲ τὰ μέρη τοῦ λόγου, ἐξ ἧϲ εἴπερ ὑποϲταλήϲεται ὄνομα ἢ ῥῆμα, τὰ τοῦ λόγου οὐ ϲυγκλείεται, εἰ μέντοι πάντα τὰ ὑπόλοιπα, οὐ πάντωϲ ἐλλείπει ὁ λόγοϲ. ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ ϲήμερον ρον κατέπεϲεν· ἔγκειται τὰ μέρη τοῦ λόγου παρὰ τὸν ϲύνδεϲμον, ἐπεὶ προϲτεθεὶϲ ἕτερον λόγον ἀπαιτήϲει. φέρε οὖν ἐλλεῖψαι τὸ ὄνομα ἢ τὸ ῥῆμα, καὶ ἐλλείψει ὁ λόγοϲ, ἐπιζητῶν ὅπου μὲν τὸ ῥῆμα, ὅπου δὲ τὸ ὄνομα, ὁ αὐτὸϲ ὀλιϲθήϲαϲ ϲήμερον κατέπεϲεν ἢ ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ ϲήμερον. εἰ μέντοι τιϲ ὑφέλοι τὸ ἐπίρρημα, οὐ πάντωϲ λείψει ὁ λόγοϲ· ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ πεϲεν. ἀλλ᾿ εἰ καὶ τὴν μετοχήν, οὐδ᾿ οὕτωϲ λείψει ,οὐδ᾿ εἰ τὴν πρόθεϲιν· ὁ αὐτὸϲ ἄνθρωποϲ ἔπεϲεν· οὐδ᾿ εἰ τὸ ἀντωνυμικόν· λελείψεται γὰρ τὸ ὁ ἄνθρωπωϲ ἔπεϲεν. ἀλλ᾿ οὐδ᾿ εἰ τὸ ἄρθρον· τὸ γὰρ ἄνθρωποϲ ἔπεϲεν οὐ πάντωϲ ἀναφορὰν φορὰν ζητεῖ, πρώτην δ᾿ ἀφήγηϲιν τοῦ ἀνθρώπου. —