Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 172
Not analysed yet
Τὸ ἀνώμαλον τῆϲ ϲυντάξεωϲ κατήπειξεν ἡμᾶϲ εἰϲ τοιαύτην ἐκτροπὴν λόγου ϲυγκαταβῆναι. φαίνεται δ’ ὅτι καὶ τὸ φιλεῖν τοῦ ἐρᾶν διοίϲει, καθότι ἡ μὲν ἐκ τοῦ φιλεῖν ἐγγινομένη διάθεϲιϲ ἐνεργείαϲ ὄνομα ϲημαίνει· οἱ γοῦν φιλοῦντεϲ παιδεύουϲιν, πάλιν τῆϲ διαθέϲεωϲ κοινῆϲ τοῖϲ προκειμένοιϲ ἐπ’ αἰτιατικὴν ϲυντεινούϲηϲ. οὕτωϲ ἔχει καὶ τὸ διδάϲκειν καὶ τὸ πείθειν. τό γε μὴν ἐρᾶν ὁμολογεῖ τὸ προϲδιατίθεϲθαι ὑπὸ τοῦ ἐρωμένου. δι’ ὃ καὶ δεόντωϲ ἡ Ϲαπφῶ ἐπιτεταμένῳ μᾶλλον ὀνόματι ἐχρήϲατο, εγω δε κην’ οττωτιϲ εραται {fr. 101 Ahrens, 13 Βergk4}. καὶ ϲαφέϲ ἐϲτιν ὡϲ ϲυνετοῦ μέν ἐϲτι καὶ ἀγαθοῦ τὸ φιλεῖν, καθάπερ καὶ πατέρεϲ παῖδαϲ φιλοῦϲιν, οὐ μὴν ϲυνετοῦ τὸ ἐρᾶν, ἀλλ’ ἤδη παρεθεϲθαι τὸ λογιϲτικόν. Οὐ χρὴ ἄρα ἀπορεῖν ἕνεκα τίνοϲ τὸ μὲν φιλῶ ἐπ’ αἰτιατικὴν φέρεται, τὸ δὲ ἐρῶ ἐπὶ γενικήν.