Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 171
Not analysed yet
Ἥ γε μὴν ἐκ τοῦ ὁρᾶν διάθεϲιϲ ἐνεργεϲτάτη ἐϲτὶν καὶ ἐπὶ πλέον διαβιβαζομένη, ὡϲ κἀκεῖνο μαρτυρεῖ, οὔ τέ τοι ὀξύτατον κεφαλῆϲ ἐκδέρκετον ὄϲϲε {ψ 477}. οὐδὲ γὰρ εἰϲ τὸ ἀντιπαθεῖν ὑπὸ τῶν ἔξωθεν εὐδιάθετοϲ, ἐπεὶ τὸ προϲδιατιθὲν εἴργεται ὑπὸ τῆϲ καταμύϲεωϲ τῶν ὀφθαλμῶν.