Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 175
Not analysed yet
Εἰκόϲ τινα φήϲειν ὡϲ τὰ τοῦ λόγου ἀντέϲτραπται. ἐν γὰρ τοῖϲ ὀνόμαϲιν ὁ ἐπικρατῶν ἐν γενικῇ νοεῖται πτώϲει ὅ τε ἐπικρατούμενοϲ ἐν εὐθείᾳ, Ἀριϲτάρχου δοῦλοϲ, βαϲιλέωϲ οἰκέτηϲ· ἔν γε μὴν τῇ προκειμένῃ ϲυντάξει ὁ μὲν ἐπικρατῶν νοεῖται ἐν εὐθείᾳ, ὁ δ’ ἐπικρατούαμενοϲ ἐν γενικῇ· δεϲπόζω γὰρ ἐγὼ τούτων καὶ ἔτι κυριεύω. —