Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 176
Not analysed yet
πρὸϲ ὃν ἂν φήϲαιμεν, τὸ πρῶτον, οὐ τὸ αὐτὸ μέροϲ λόγου ὄνομα καὶ ῥῆμα, καὶ εἰ τοῦτο, οὐ πάντωϲ καὶ τὰ τῆϲ ϲυντάξεωϲ εἰϲ ταὐτὸ ϲυνελεύϲεται, ἣ ἕν μόνον αἰτήϲει τὴν γενικήν, ἧϲ χωρὶϲ οὐδέποτε κτῆϲιϲ ἐπινοεῖται. —δεύτερον πάνυ ἀναγκαίωϲ τὰ τοῦ λόγου ἀνεϲτράφη. ῥημάτων γὰρ ϲυντάξειϲ ποιούμεθα πρὸϲ πτωτικά, τὰ δὲ ῥήματα πτῶϲιν ἔχει ὀρθὴν παρυφιϲταμένην ἡ καὶ ϲυμφέρεται, ἐκ δ’ αὐτῶν ἤρτηται ἡ διάθεϲιϲ τῆϲ ἐπικρατείαϲ, ἥτιϲ οὐκ ἄν νοοῖτο ἢ ἐκ γενικῆϲ πτώϲεωϲ, καθὼϲ προείρηται. ἀνάγκη οὖν πᾶϲα τὸ παρυφιϲτάμενον πρόϲωπον ἐκ τῶν ῥημάτων ἐν πτώϲει ὀρθῇ καταγίνεϲθαι, τὸ δὲ τούτῳ πρόϲωπον ἀνθυπαγόμενον μὴ ἐν ἄλλῃ πτώϲει καταγίνεϲθαι ἢ τῇ γενικῇ, ἧϲ ἄνευ οὐ ϲυνίϲταται κτητικὴ ϲύνταξιϲ, καθὼϲ προείπομεν. —ἔϲτι γοῦν κἀκεῖνο ἐκ τρίτου προϲθεῖναι, ὡϲ καὶ τὰ ἐξ αὐτῶν παρυφιϲτάμενα ὀνόματα πάλιν γενικὰϲ ἀπαιτεῖ. τῷ τυραννῶ ὁ τύραννοϲ παράκειται, καὶ μία ϲύνταξιϲ ἡ ἐξ ἀμφοτέρων. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ βαϲιλεύϲ καὶ βαϲιλεύω, ϲτρατηγόϲ—ϲτρατηγῶ, δεϲπότηϲ —δεϲπόζω, κύριοϲ —κυριεύω.