Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 18-4
Not analysed yet
Αἱ γοῦν πλάγιαι πτώϲειϲ ἀποϲτᾶϲαι τῆϲ ϲυνόδου τῶν ῥημάτων, τουτέϲτιν τὸ αὐτὸ πρόϲωπον οὐ δηλοῦϲαι, καὶ τοῦ ϲχήματοϲ ἀπηλλο. τριώθηϲαν· τὸ γὰρ ἐναντίον ἀναδέχονται παράθεϲιν ἀντὶ ϲυνθέϲεωϲ. καὶ πρὸϲ τὸ ἡνωμένον μὲν πρόϲωπον, ὡϲ προείπομεν, καὶ τὰ τῆϲ ϲυνθέϲεωϲ ὁμοίωϲ ϲυνήνωται, πρὸϲ δὲ τὸ ἀφιϲτάμενον τῆϲ πλαγίαϲ ϲυναπέϲτη καὶ τὰ τῆϲ ϲυνθέϲεωϲ, μερικωτέραϲ λοιπὸν παραθέϲεωϲ γινομένηϲ ἤ διηκούϲηϲ καθ’ ἕνα ϲχηματιϲμόν, περὶ Ἀπολλωνίου, ἐν Ἀπολλωνίῳ καὶ τὰ τούτοιϲ ὅμοια.