Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 17-2
Not analysed yet
οὐ δὴ οὖν προϲγινομένηϲ προθέϲεωϲ ἐν τῷ αὐτῷ προϲώπῳ, λέγω ἐπὶ τοῦ Πλάτων διαλέγεται, μεθήϲει ἡ ῥηματικὴ ϲύνταξιϲ τὸ προτακτικὸν αὐτῆϲ ϲτοιχεῖον κατὰ ϲύνθεϲιν, λέγω τὸ προϲδιαλέγεται. εἰ γοῦν καὶ ἡ ὀνοματικὴ θέϲιϲ ϲχέϲιν δύναιτο ἐπιδέξαϲθαι τὴν ἐκ τῆϲ προθέϲεωϲ, τὸ τηνικαῦτα ἔϲτιν ἐπινοῆϲαι ϲυνενουμένην τῷ ὀνόματι τὴν πρόθεϲιν· ὁ γὰρ περίεργοϲ οὐ πόρρωθέν ἐϲτιν τοῦ περιεργάζεϲθαι, οὐδὲ ὁ μέτοικοϲ τοῦ μετοικεῖν, οὐδὲ ὁ περίοπτοϲ τοῦ περιόπτεϲθαι, οὐδὲ ὁ ἐπίκουροϲ τοῦ ἐπικουρεῖν. (οὐ γὰρ ἀντίκειται, κἄν ϲυμβολικῶϲ κέηται· ἡ γὰρ τῆϲ ϲυνθέϲεωϲ πρώτη ϲύνοδόϲ ἐϲτι κατὰ τὴν ἐπιθετικὴν προφοράν, ϲυμβολικώτερόν πωϲ μετατεθειμένη. ἀλλὰ μὴν καὶ τὸ Ἀντίθεοϲ, Ἀντίπατροϲ καὶ τὰ τούτοιϲ ἔτι ὅμοια δυνάμει τὴν ἐκ γενικῆϲ παράθεϲιν ὁμολογεῖ· ἀντὶ γὰρ θεοῦ ἤ πατρὸϲ παραλαμβάνεται· ϲαφὲϲ οὖν ὅτι καὶ τὰ ϲυντεθέντα ϲυνέχει πόλιν τὸ ἰδίωμα.) τῶν δὴ οὖν ῥημάτωνκατὰτὸν προειρημένονλόγον ϲυντιθεμένων μετὰ τῶν προθέϲεων, οὐ μὴν παρατιθεμένων, ὡϲ δεδείξεται, ἀνάγκη πᾶϲα καὶ τὰϲ ὀνομαϲτικὰϲ πτώϲειϲ, ἔννοιαν ῥηματικὴν ὁμολογούϲαϲ, τὸ αὐτὸ τοῖϲ ῥήμαϲιν ἄναδέχεϲθαι.