Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 20-3
Not analysed yet
Εἰκὸϲ δὲ κἀκεῖνο ὑπονοήϲειν, ὡϲ «οὐ κατὰ τὰϲ πλαγίαϲ αἱ προθέϲειϲ estπαρατίθενται, ἐν δὲ ὑπερβιβαϲμῷ πρὸϲ τὰ ῥήματα ἀνατεινόμεναι, κατὰ Ἀπολλωνίου ἐλάληϲα —κατελάληϲα Ἀπολλωνίου, ϲὺν Ἀπολ —λωνίῳ ἦμην —ϲυνήμην Ἀπολλωνίῳ, περὶ τὸν καμπτῆρα ἔδρα -μον —περιέδραμον τὸν καμπτῆρα, πρὸϲ Τρύφωνα εἶπον προϲεῖπον Τρύφωνα, ἀπὸ Ἀλεξανδρείαϲ ἔδραμον —ἀπέδραμον Ἀλεξανδρείαϲ. κἄν διαφέρῃ κατὰ τὸ δηλούμενον τὰ τῆϲ ϲυντάξεωϲ, καθ’ ὑπερβιβαϲμοὺϲ γίνεταί πωϲ ἡ διαφορά, ὁ νῦν ἄνθρωποϲ νῦν ὁ ἄνθρωποϲ, τότε ὁ Πτολεμαῖοϲ ὁ τότε Πτολεμαῖοϲ, ἐμὸϲ ὁ δοῦλοϲ —ὁ ἐμὸϲ δοῦλοϲ.