Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 21-4
Not analysed yet
Ἕϲτι δὲ καὶ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ τὰ τοιαῦτα μὲν ἐντῷ ὑπερβιβαϲμῷ τὴν αὐτὴν ἔχει καταλληλότητα, κἄν ποϲὴν ἔχῃ διαφορὰν τοῦ ϲημαινομένου· τὰ δὲ τῶν προθέϲεων καὶ ἐν ὑπερβιβαϲμῷ διάφορον πτῶϲιν ἶϲχει, καὶ ϲχεδὸν τὰ πλείονα οὐχ ὑπερβιβάζεται, πρὸϲ Ἀπολλώνιον ἔρχομαι, προϲέρχομαι δὲ Ἀπολλωνίῳ, πρὸϲ Τρύφωνα λαλῶ καὶ προϲλαλῶ Τρύφωνι, καὶ ἔϲτι μέν που καταφέρω οἶνον οὐ μὴνκατ’οἶνον φέρω, καὶ περὶ τοῦ φίλου λέγω, οὐ μὴν περιλέγω τοῦ φίλου. πλείϲτην ἔϲτιν εἰϲ τὸ τοιοῦτον παράθεϲιν ποιήϲαϲθαι. δι’ οὗ προδηλότατα δείκνυται ὡϲ οἶδαϲιν αἱ προθέϲειϲ ϲύνταξιν τὴν πρὸϲ τὰϲ πλαγίουϲ, οὐ δυνάμεναι ἐπ’ ὄλλο τι ϲυνενεχθῆναι, εἰ μὴ πρότερον ϲυμπεριλάβοιεν τὴν πλαγίαν πτῶϲιν. ὑπὲρ ὦν τῆϲ διαφορᾶϲ κατὰ τὸ ἑξῆϲ ἐροῦμεν.