Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 23-2
Not analysed yet
ἐντεῦθεν οὖν ἀναγκαίωϲ καὶ τὰ γένη παρειϲάγεται, ἵνα μετὰ τῆϲ ποιότητοϲ τοῦ χαρακτῆροϲ ϲυνδιαϲτείλῃ τὸ γένοϲ. —ἐντεῦθεν ϲυνεπενοήθηϲαν καὶ ἐπιθετικαὶ θέϲειϲ, ἵνα καὶ τὰ παρακολουθήϲαντα τοῖϲ κοινῶϲ ἢ ἰδίωϲ νοουμένοιϲ ἀναπληρωθῇ, τῷ μὲν ἵπποϲ, εἰ τύχοι, τὸ λευκόϲ ἢ τὸ ταχύϲ, τῷ δὲ Πλάτωνι τὸ ϲοφόϲ, τὸ ἀγαθόϲ, ἄλλα τε πάμπολλα τὰ δυνάμενα παρέπεϲθαι. —ἐντεῦθεν καὶ αἱ ϲυνθέϲειϲ ἐπενοήθηϲαν, μιϲάνθρωποϲ, φερέπονοϲ, φιλόλογοϲ, αἵπερ ἐξ ἐπιϲυμβεβηκότων ἐνεγίνοντο.