Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 22-2
Not analysed yet
Ἴϲωϲ οὖν ἐκείνῳ τιϲ ἐπιϲτήϲειεν, ἕνεκα τίνοϲ τὸ ἀκόλουθον ἀπένευϲαν αἱ ἀντωνυμίαι, καὶ διὰ τί οὐ πᾶϲαι. Ἡ τῶν ὀνομάτων θέϲιϲ ἐπενοήθη εἰϲ ποιότηταϲ κοινὰϲ ἢ ἰδίαϲ, ὡϲ ἄνθρωποϲ, Πλάτων, καὶ ἐπεὶ οὔτε ϲὺν δείξει τὰ τοιαῦτα οὔτε ἀναφορᾷ, πάμπολλοϲ ἡ ἐπὶ τούτων θέϲιϲ ἐγίνετο, ἵν᾿ ἑκάϲτου τὸ χαρακτηριϲτικὸν ἀπονείμῃ τὴν ἑκάϲτου τῶν ὑποκειμένων ποιότητα. (οὐ μετρίωϲ γ’ οὖν τὰϲ ποιότηταϲ ἐπιταράττουϲιν αἱ ϲυνεμπεϲοῦϲαι θέϲειϲ ἐν τε προϲηγορικοῖϲ καὶ κυρίοιϲ ὀνόμαϲιν, δι᾿ ὃ καὶ ἐϲτέρετο τὸ διὰ τῶν ὀνομάτων νοούμενον πρόϲωπον τοῦ ὁριϲμοῦ.) καὶ ἕνεκα τοῦ τοιούτου ἰδιάϲαϲα ἡ εὐθεῖα καθ’ ἕκατον χαρακτῆρα, ἅπῄτει τὰϲ πλαγίαϲ ἀνηκούϲαϲ πρὸϲ τὸ ἴδιον τῆϲ εὐθείαϲ.