Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 23-4
Not analysed yet
Ἅπερ ἔϲτιν ἀπολύϲαϲθαι οὕτωϲ, ὡϲ ἐν ὑπακουομέναιϲ αἰτιατικαῖϲ τὰ τοῦ λόγου κατέϲτη. τὸ γὰρ παρὰ τί Τρύφων ἥμαρτεν; ἐν αἰτίῳ ἔξωθεν ὑπακουομένῳ κατ’ αἰτιατικὴν πτῶϲιν, ὡϲ εἰ καὶ οὕτωϲ τιϲ λέγοι, παρὰ ποίαν αἰτίαν ἥμαρτεν Τρύφων. οὕτωϲ ἔχει τὸ μετὰ μικρόν καὶ τὸ μετ’ ὀλίγον ἐλεύϲεται Τρύφων· ὑπακούεται γὰρ μετὰ μικρὸν διάϲτημα τοῦ χρόνου. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ ἁπάντων τῶν τοιούτων, ὥϲτε πάλιν κατὰ παράθεϲιν αἰτιατικῆϲ πτώϲεωϲ νοεῖϲθαι τὰϲ προθέϲειϲ. τὸ γὰρ παρὰ τί λείπει ὁ λόγοϲ; ἐν ἴϲῳ ἐϲτὶ τῷ παρὰ τίνα λέξιν λείπει ὁ λόγοϲ; παρὰ τίνα φράϲιν, καὶ ὡϲ οὐκ ἔϲτιν ἐπινοῆϲαι ἐν εὐθείᾳ ϲυντάξει φάναι τὸ παρὰ τίϲ, κατὰ δὲ αἰτιατικὴν τὸ παρὰ τίνα, οὕτωϲ χρὴ νοεῖν ὡωϲ καὶ τὸ τί καθεϲτὼϲ τῆϲ μὲν εὐθείαϲ οὐ παραδέξεται τὴν παράθεϲιν, αἰτιατικῆϲ γε μήν, ὅτε φαμὲν παρὰ τί.