Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 24-3
Not analysed yet
Ἀλλ’ ἐκεῖνο πάλιν ἀντικείϲεται. ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ τὰϲ τῶν ἄρθρων ϲυντάξειϲ ἐν μὲν παραθέϲει τῶν προθέϲεων μετ’ αὐτὰϲ τίθεϲθαι, ἐν δὲ ϲυνθέϲει πρὸ αὐτῶν τίθεϲθαι· φαμὲν δέ γε τὸ παρὰ τί; τοῦ τοιούτου οὐ προϲγινομένου, εἰ μὴ πολὺ πρότερον ἡ πρόθεϲιϲ ἥνωτο.