Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 25-2
Not analysed yet
καὶ γὰρ εἰ ϲυνεμπέϲοι λῆξιϲ ὀνοματικὴ αὐτῇ ἰδία τοῦ ϲυνόντοϲ ἀριθμοῦ, ὑπεκλύεται τοῦ ἀκολούθου ἐκ τῆϲ ἐγγινομένηϲ κλίϲεωϲ, ὡϲ ἔχει ἡ ἐγώ καὶ ἡ ἐμοῦ. ἐφ’ ἧϲ καὶ αἱ διάλεκτοι οὐ τὴν αὐτὴν λῆξιν ἐπεμέτρηϲαν, ἄλλωϲ τὰϲ φωνὰϲ προενεγκάμεναι ἤπερ τὰϲ γενικὰϲ τῶν ὀνομάτων· ἐμεῖο γὰρ καὶ ἐμεῦ, οὐχ ὡϲ ἡ Ἀτρείδεω καὶ ἡ Ἀτρείδαο ἢ καλοῖο. (ἡ γοῦν ὁμόφωνοϲ κτητική, ὀνόματοϲ ἤδη τὸ τέλοϲ ἀναδεδεγμένη, ἐφ’ ὃ καὶ φέρεται, πάλιν τὸ δέον ἀνεδέξατο κατὰ τὰϲ διαλέκτουϲ, ἐμοῖο ὡϲ καλοῖο.)