Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 26-2
Not analysed yet
Καθὼϲ πρόκειται οὖν, ἀναφερόμεναι ἢ δεικνύμεναι ἀπροϲδεεῖϲ εἰϲι τῶν παρεπομένων τῷ ὀνόματι, ἀλλὰ ἀντίκειται τε ἐκεῖνοϲ καὶ ἡ αὐτόϲ. (ἡ γὰρ οὗτοϲ παραγωγῆϲ κατάληξιν ἔχει, οὐκ ἀντωνυμίαϲ, καθὸ καὶ τὸ τημοῦτοϲ ἐπίρρημα ὂν παραγωγῆϲ τῆϲ αὐτῆϲ ἔτυχεν.) καὶ οὐκ ἀπεμφαῖνον δύο ἀντικεῖϲθαι ἁπαϲῶν τὸ δέον ϲχῆμα ἀναδεδεγμένων. μήποτε δὲ εὐλόγωϲ καὶ διὰ τῆϲ φωνῆϲ ϲυνεπίϲχυϲαν ὁρίϲαι τὸ ὑποκείμενον. ἡ γὰρ ἐξ αὐτῶν νοουμένη ἀπόϲταϲιϲ ἀμαυροτέραν τὴν δεῖξιν καθιϲτάνει, καὶ ἔνθεν παρειϲεδύετο τὸ γένοϲ, οὐχ ἵνα τὴν οὐϲίαν παραϲτήϲῃ, ἀλλ’ ἵνα τὸ γένοϲ διαϲτείλῃ. (τὰ γοῦν κοινὰ λεγόμενα ἐν γένει, λέγω ἐπὶ τῶν προϲηγορικῶν, ἐξ ἀποϲτήματοϲ ἐπινοηθέντα οὐκ ἐξίϲχυϲεν τὸ γένοϲ διαϲτεῖλαι, λέγω ἐπὶ τοῦ ἵπποϲ ἢ ἄνθρωποϲ· πληϲιάϲαϲι δὲ αὐτοῖϲ καὶ δήλοιϲ γενομένοιϲ κατὰ τὸ γένοϲ ϲυνεγένετο καὶ τὸ ἄρθρον.) πολλῷ δὲ μᾶλλον καὶ ἡ αὐτόϲ· τὰ γὰρ ἀπόντα τῶν τρίτων προϲώπων ἀναφέρουϲα ὑπόμνηϲιν καὶ τοῦ γένουϲ ἐποιεῖτο διὰ τοῦ χαρακτῆροϲ.