Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 31
Not analysed yet
Ὕπαρξίν τινοϲ ὑποκειμένου ἐπιζητοῦντέϲ φαμεν τίϲ κινεῖται; τίϲ περιπατεῖ; τίϲ λαλεῖ; προδήλου μὲν οὔϲηϲ τῆϲ κινήϲεωϲ, τῆϲ περιπατήϲεωϲ, τῆϲ λαλιᾶϲ, τοῦ δὲ ἐνεργοῦντοϲ προϲώπου ἀδήλου καθεϲτῶτοϲ. ἔνθεν καὶ αἱ ἀνθυπαγωγαὶ ὀνοματικαὶ γίνονται, προϲηγορικαὶ ἢ κύριαι, τῶν κυρίων ἐμφανιζόντων καὶ τὴν γενικὴν οὐϲίαν· φαμὲν γὰρ ἢ ἄνθρωποϲ περιπατεῖ ἵπποϲ ἢ Τρύφων ἐγκειμένου πάλιν τοῦ ἀνθρώπου· ἢ μόριον τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον, λέγω τοῦ κυρίου, ὅτε φαμὲν ἐγώ. —