Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 30
Not analysed yet
Κἀκεῖνό γε πρῶτον ἐπιϲτατέον πρὸ τῆϲ κατὰ μέροϲ τοῦ λόγου ϲυντάξεωϲ, τί δή ποτε τὰ πευϲτικὰ τῶν μορίων εἰϲ δύο μέρη λόγου ἐχώρηϲε, λέγω τὸ ὀνοματικὸν καὶ τὸ ἐπιρρηματικόν, καὶ διὰ τί οὐκ εἰϲ ἓν ὀνοματικὸν καὶ ἓν ἐπιρρηματικόν, ἀλλ’ εἰϲ πλείονα, οἷον τίϲ, ποῖοϲ, πόϲοϲ, πόϲτοϲ, πηλίκοϲ, ποδαπόϲ, —πῶϲ, πότε, πηνίκα, ποῦ, πῇ, πόθεν. ἢ καὶ αὕτη ἀπόδειξίϲ ἐϲτι τοῦ τὰ ἐμψυχότατα μέρη τοῦ λόγου δύο εἶναι, ὄνομα καὶ ῥῆμα, ἅπερ οὐκ ἐν γνώϲει ὄντα τὴν κατ᾿ αὐτῶν πεῦϲιν ἔχει ϲυνεχῶϲ παραλαμβανομένην; ἦν δὲ καὶ ἐν πλείοϲιν ὀνοματικοῖϲ καὶ ἐν πλείοϲιν ἐπιρρηματικοῖϲ διὰ λόγον τοιοῦτον.